Ancient Greek · ~2 min
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΤΡΙΤΟΝ., Cap. V.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 1b-4
Not analysed yet
Ἐπὶ μὲν οὖν τοῦ διὰ τῶν τροπικῶν σημείων καὶ διὰ τῶν πόλων γραφομένου κύκλου κεῖται ἀστὴρ ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ τοῦ Κυνός, ἐν τῷ τὸ θερινὸν τροπικὸν σημεῖον ἔχοντι ἡμικυκλίῳ κείμενος. ἀπὸ τούτου τοῦ ἀστέρος ἀπέχει ὡριαῖον διάστημα τοῦ τε Ὕδρου ὁ ἐν τῇ ἐκφύσει τοῦ τραχήλου κείμενος, ἔγγιστα δὲ καὶ τῆς Ἄρκτου ὁ ἐν τοῖς ἐμπροσθίοις γόνασι λαμπρός.