Ancient Greek · ~3 min
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΤΡΙΤΟΝ., Cap. II.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 2-12
Not analysed yet
Τοῦ δὲ Κρατῆρος δύνοντος συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Καρκίνου μοίρας α΄ καὶ κ΄ ἕως Λέοντος ιγ΄ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Σκορπίου μοίρας ιβ΄ μέσης ἕως Τοξότου ἀρχῆς. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ βορειότερος τῶν ἐν τῇ βάσει, ἔσχατος δὲ ὁ νοτιώ- τερος καὶ ὁ βορειότερος τῶν ἐν τῷ κύτει. Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν ἀρχῇ μὲν τοῦ Σκορπίου ὁ τρίτος 〈καὶ ὁ τέταρτος〉 καὶ ὁ πέμπτος σφόνδυλος τῶν μετὰ τὸ στῆθος, καὶ τοῦ Ἐνγόνασιν ὁ τρίτος ἀπὸ τοῦ δεξιοῦ ὤμου ἐν τῷ βραχίονι κεί- μενος, προηγούμενος [δὲ] τοῦ μεσημβρινοῦ ὡς ἡμιπήχιον, ἔσχατον δὲ τοῦ τε Ἐνγόνασιν ὁ ἐν τῇ ἐκφύσει τοῦ ἀριστεροῦ μηροῦ, καὶ τοῦ Τοξότου ἡ ἀκίς. Δύνει δὲ ὁ Κρατὴρ ἐν ὥρᾳ μιᾷ καὶ τρίτῳ μέρει.