Ancient Greek · ~7 min
2 to 7
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 2-3-7
Not analysed yet
περὶ δὲ τούτων ὁ Ἄτταλος προενεγκάμενος αὐτίκα γράφει ταυτί· „τὰ μὲν οὖν λοιπὰ μετρίως εἴρηκεν „ἐν τούτοις ὁ ποιητής· τὸ δὲ περὶ τοῦ Κηφέως ὁμολογου- „μένως ἠγνόηκε, φήσας αὐτὸν δύεσθαι κατὰ τὸν καιρὸν „τοῦτον· οὐ γὰρ δύσιν, ἀλλʼ ἐκ τῶν ἐναντίων ἀνατολὴν „τότε ποιεῖται. καὶ τοῦτο διʼ αὐτῶν τῶν ποιημάτων „φανερὸν γίνεται· τῆς μὲν γὰρ δύσεώς φησιν αὐτὸν „ἄρχεσθαι, καθʼ ὃν καιρὸν αἱ Χηλαί, πρὸς τῇ ἀνατολῇ „οὖσαι, μέλλουσιν ἀναφέρεσθαι, πάντα δʼ αὐτοῦ δεδυ- „κέναι τὰ μέρη τὰ δυνάμενα δύεσθαι, ὅταν ὁ Σκορπίος „πρὸς τῇ ἀνατολῇ γένηται. “Δοκεῖ οὖν μοι ἀγνοεῖν ὁ Ἄτταλος, φάσκων τὰ μὲν περὶ τῆς κεφαλῆς τῆς Μικρᾶς Ἄρκτου καὶ περὶ τοῦ Ὠρίωνος ὀρθῶς εἰρηκέναι τὸν Ἄρατον, περὶ δὲ τοῦ Κηφέως διημαρτημένως· τοὐναντίον γὰρ περὶ μὲν τοῦ Κηφέως εἴρηκε συμφώνως τοῖς φαινομένοις, περὶ δὲ τῶν ἄλλων διαφώνως. τούτου δʼ ἔτι πρότερον δι- αμαρτάνειν μοι δοκεῖ ὑπολαμβάνων, τὸν Ἄρατον τὰ εἰρημένα σημεῖα ὑπογράφειν ἡμῖν τῆς τοῦ Τοξότου ἀνατολῆς. ὅτι μὲν γὰρ τοῦτο ἐκδέχεται, φανερὸν μὲν ἦν καὶ ἐκ τῶν προγεγραμμένων αὐτοῦ λέξεων. χωορὶς δὲ τούτων καὶ ῥητῶς ἐν τοῖς ἐξῆς φησιν οὕτως· „ὁμολογουμένως δὴ κατὰ τοῦτον τὸν καιρὸν πάντων „αὐτοῦ τῶν ἐκτὸς τοῦ ἀρκτικοῦ κύκλου κειμένων μερῶν δεδυκότων, ἤδη μὲν φανερόν ἐστιν, ὅτι τοῦ Τοξότου „πρὸς τῇ ἀνατολῇ ὄντος οὐ ποιεῖται τὴν ἀρχὴν τῆς „δύσεως, 〈ἀλλʼ ἐκ τῶν ἐναντίων τῆς ἀνατολῆς〉 πλὴν ἵνα σαφέστερον γένηται, διότι κατὰ τὴν τοῦ Τοξότου ἀνατολὴν οὐ δύσιν, ἀλλʼ ἀνατολὴν αὐτοῦ συμβαίνει γίνεσθαι, λάβωμεν τὸ λεγόμενον ὑπʼ αὐτοῦ περὶ τὸν καιρὸν τοῦτον· ὁ δὲ ἀπεκδέχεται ἅπαν ψευδές. ὅτι δὲ Ἀρατος τὰ εἰρημένα σημεῖα οὐ πρὸς τὴν τοῦ Τοξότου ἀνατολὴν τίθησιν, ἀλλὰ κατʼ αὐτὴν τὴν τοῦ Σκορπίου ἀνατολήν, φανερὸν ποιεῖ αὐτὸς ὁ