Ancient Greek · ~2 min
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΠΡΩΤΟΝ, Pars prior. Cap. II.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 21
Not analysed yet
„συνάπτει ὁ δὲ Ἄρατός φησιν οὕτως· ἄλλος δʼ ἀντιόωντι νότῳ μέσον Αἰγοκερῆα τέμνει καὶ πόδας Ὑδροχόου καὶ Κήτεος οὐρήν· ἐν δέ οἵ ἐστι Λαγωός· ἀτὰρ Κυνὸς οὐ μάλα πολλὴν αἴνυται, ἀλλʼ ὁπόσην ἐπέχει ποσίν· ἐν δέ οἱ Ἀργὼ καὶ μέγα Κενταύροιο μετάφρενον, ἐν δὲ τὸ κέντρον Σκορπίου, ἐν καὶ τόξον ἐλαφροῦ Τοξευτῆρος. ὁμοίως δὲ τούτοις παραγέγραφεν ὁ Ἄρατος καὶ τὰ ἐπὶ τοῦ ἰσημερινοῦ κύκλου κείμενα.