Ancient Greek
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΔΕΥΤΕΡΟΝ., Cap. I.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 21-5
Not analysed yet
„Αἰγόκερω ἐκφανέστερον δʼ ἔτι διὰ τούτων ἀπο- δίδωσι· περὶ γὰρ τῶν κολούρων λεγομένων κύκλων, οἳ γράφονται διά τε τῶν πόλων καὶ διὰ τῶν τροπικῶν καὶ ἰσημερινῶν σημείων, φησὶν οὕτως· „ἕτεροι δʼ „εἰσὶ δύο κύκλοι, τέμνοντες ἀλλήλους δίχα καὶ πρὸς „ὀρθάς, διὰ τῶν πόλων τοῦ κόσμου. ἔστι δʼ ἐν „τούτοις ἄστρα τάδε· πρῶτος ὁ πόλος ὁ ἀεὶ φανερὸς „τοῦ κόσμου, εἶτα τὸ μέσον τῆς Ἄρκτου κατὰ πλάτος „καὶ τοῦ Καρκίνου τὸ μέσον. “καὶ μετʼ ὀλίγον φησίν· „ἥ τε οὐρὰ τοῦ Νοτίου Ἰχθύος καὶ τὸ μέσον τοῦ