Ancient Greek
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΔΕΥΤΕΡΟΝ., Cap. III.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 22-7
Not analysed yet
„ἐπεὶ γὰρ μέλλοντος μὲν τοῦ Κριοῦ ἀνατέλλειν ὁ „Περσεὺς ὁμολογουμένως μέχρι τῶν ὤμων ἐκφανὴς „γίνεται, ἅμα δὲ τῷ ἄρξασθαι ἀναφέρεσθαι τὸν Κριὸν „εὐθέως ἔκδηλος ἡ τοῦ Περσέως ζώνη γίνεται διὰ „τὸ βραχὺ παντελῶς παραλλάσσειν τῆς τοῦ Κριοῦ „ἀρχῆς τὴν φάσιν αὐτῆς, διστάζει, πότερον κατὰ τὴν „τοῦ Κριοῦ μέλλοντος ἀνατέλλειν ἀρχὴν ὑποθῆται „〈αὐτὴν〉 φανερὰν ἤδη γίνεσθαι, ἢ ἐπὶ τὸ μᾶλλον „ὁμολογούμενον ἔλθῃ, διότι τοῦ Ταύρου μέλλοντος „ἀναφέρεσθαι ἐκφανής ἐστι τοῦ Περσέως ἡ ζώνη μετὰ