Ancient Greek · ~6 min
32 to 38
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 32-38
Not analysed yet
Διχῶς δὲ γραφομένου, ἐν μέν τισιν ἀντιγράφοις „καὶ κʼ ἀμφήριστα πέλοιτο“, ἐν δέ τισι „καὶ κʼ ἀμφή- ριστα πέλονται“, δεῖ γράφειν „πέλοιτο“, καὶ οὐχ, ὡς ὁ Ἄτταλος, „πέλονται“. τῷ γὰρ ἂν συνδέσμῳ τὸ „πέλοιτο“ καταλλήλως λέγεται. οὐδὲ γὰρ περισπᾶσθαι δεῖ διὰ τὸ πληθυντικῶς ἐκφέρεσθαι τὸ „ἀμφήριστα“· σύνηθες γάρ ἐστι τὸ σχῆμα τοῦτο τῆς ἐκφορᾶς. Τῆς δὲ ἀρχῆς τοῦ Ταύρου ἀνατελλούσης φησὶν ὁ Ἄρατός τε καὶ ὁ Εὔδοξος τὸν Περσέα ὅλον φαίνεσθαι ὑπὲρ γῆν, καὶ τοῦ Ἡνιόχου τὴν ἀριστερὰν χεῖρα, ἐν ᾗ οἱ Ἔριφοι κεῖνται, καὶ τὸν ἀριστερὸν πόδα, καὶ τοῦ Κήτους τὸ ἀπὸ τῆς οὐρᾶς ἕως τῆς λοφίας. δεδυκέναι δέ φησι τοῦ Βοώτου τι μέρος. Ἀγνοοῦσιν οὖν τὰ ἀριστερὰ μόνον ὑπολαμβάνοντες τοῦ Ἡνιόχου τῷ Κριῷ συνανατέλλειν· ὁ μὲν γὰρ δεξιὸς ὦμος αὐτοῦ τῇ β΄ καὶ κ΄ μοίρᾳ τοῦ Κριοῦ συνανα- φέρεται, ὁ δὲ βορειότερος τῶν ἐν τῇ κεφαλῇ ἔτι πρό- τερον τοῖς Ἰχθύσι συνανατέλλει, ὥστε καὶ κατὰ τοῦτο ἀγνοεῖν αὐτούς, λέγω δέ, καθʼ ὅσον ὑπολαμβάνουσι πρώτως τῷ Κριῷ τὸν Ἡνίοχον συναναφέρεσθαι. ὁμοίως δὲ κατὰ δύο τρόπους καὶ τὰ περὶ τοῦ Κήτους ἠγνοήκασιν. οὔτε γὰρ τῷ Κριῷ ἄρχεται συνανατέλλειν, ὥς φασιν, ἀλλὰ τοῖς Ἰχθύσιν· οὔτε ἕως τῆς λοφίας μόνον ἀναφέρεται σὺν τῷ Κριῷ, ἀλλὰ ὅλον σχεδὸν πλὴν τῶν ἐν τῇ κεφαλῇ ὁ ἐν ἄκρῳ τῷ χελυνίῳ λαμπρός. ὅτι γε μὴν οὐδὲ ὁ Βοώτης τῷ Κριῷ ἄρχεται ἀντικατα- φέρεσθαι, ὥς φασιν, ἀλλὰ τῷ Ταύρῳ, προειρήκαμεν ἀνωτέρω. Τῶν δὲ Διδύμων ἀρχομένων ἀνατέλλειν ὁ Ἄρατος δύνειν μέν φησι τοὺς πόδας τοῦ Ὀφιούχου „μέσφʼ αὐτῶν γονάτων“, ἀνατέλλειν δὲ τὸ Κῆτος καὶ τοῦ Ποταμοῦ τὰ πρῶτα. Ταῦτα δὲ συμφώνως τοῖς φαινομένοις ὑπʼ αὐτῶν εἴρηται.