Ancient Greek · ~2 min
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΠΡΩΤΟΝ, Cap. XI.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 4-5
Not analysed yet
μοίρας λζ΄, ὅσας καὶ ὁ ἀεὶ φανερὸς κύκλος. τοῦ δὲ Κηφέως τὸ στῆθος βορειότερόν ἐστι τοῦ ἀεὶ φανεροῦ κύκλου, ὡς πρότερον ὑποδεδείχαμεν. τῆς 〈δὲ〉 δεξιᾶς πτέρυγος τοῦ Ὄρνιθος τὰ ἄνωθεν καὶ τῆς Κασσιεπείας ὁ ποὺς ἐπὶ τοῦ 〈ἀεὶ〉 φανεροῦ κύκλου φέρεται· ὁ μὲν γὰρ βορειότερος τῶν ἐν ἄκρᾳ τῇ δεξιᾷ πτέρυγι ἀπέχει ἀπὸ τοῦ βορείου πόλου μοίρας μ΄· ὁ δὲ βορειότερος τῶν ἐν τῇ Κασσιεπείᾳ, ὅς ἐστιν ἐν τοῖς ποσίν, ἀπέχει ἀπὸ