Ancient Greek · ~2 min
47 to 48
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 47-48
Not analysed yet
Τὰ μὲν οὖν λοιπὰ ὑπʼ αὐτῶν ὑγιῶς εἴρηται. περὶ δὲ τοῦ Κενταύρου ὁλοσχερῶς ἠγνοήκασιν· οὔτε γὰρ ἡ οὐρὰ αὐτοῦ καὶ καθόλου τὰ ὀπίσθια πρῶτα ἀνα- τέλλει, ἀλλὰ ὁ ἀριστερὸς ὦμος· πολλῷ γάρ ἐστι βορειό- τερος· οὔτε τῇ Παρθένῳ ἄρχεται συνανατέλλειν, ὥς φασιν, ἀλλὰ ταῖς Χηλαῖς· ὁ γὰρ ἀριστερὸς ὦμος αὐτοῦ συνανατέλλει τῇ ι΄ μοίρᾳ τῶν Χηλῶν. τῆς δὲ Ἀνδρο- μέδας οὐ μόνον ἡ κεφαλὴ δέδυκε τῶν Χηλῶν πρὸς