Ancient Greek
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΤΡΙΤΟΝ., Cap. I.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 5-10
Not analysed yet
Τοῦ δὲ Θηρίου ἀνατέλλοντος, ὃ ἔχει ὁ Κένταυρος, συνανατέλλει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ γ΄ καὶ κ΄ μοίρας τοῦ Σκορπίου ἕως Τοξότου μοίρας α΄ καὶ κ΄· μεσου- ρανεῖ δὲ ἀπὸ Παρθένου γ΄ ἕως Ζυγοῦ ι΄. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει ὁ ἐν τῷ ἡγουμένῳ τῶν ὀπισθίων ποδῶν· ἔστι δὲ οὗτος ὁ βορειότερος τῶν ὑπὸ τὸν δεξιὸν ὦμον τοῦ Κενταύρου· ἔσχατος δὲ ὁ νοτιώτατος πάντων καὶ ἐν ἄκρῳ τῷ 〈σώματι〉 ἐπὶ τῆς ὀσφύος [ὑπο]κείμενος. Μεσουρανεῖ δὲ πρῶτος 〈μὲν〉 ἀστὴρ [ὁ] τῶν ἐν τῇ κεφαλῇ τοῦ Λέοντος 〈ὁ〉 βορειότερος τῶν ἑπομένων καὶ ὁ ἐν τοῖς ἐμπροσθίοις αὐτοῦ ποσίν, ἔσχατος δὲ ὁ ἐπὶ τῆς ὀσφύος τῆς Μεγάλης Ἄρκτου λαμπρός, καὶ τοῦ ὑπὸ τὸν Κρατῆρα ὀρθογωνίου τριγώνου 〈ὁ〉 ἐπὶ τῆς ὀρθῆς κείμενος. Ἀνατέλλει δὲ τὸ Θηρίον ἐν ὥραις δυσὶ καὶ τετάρτῳ μέρει.