Ancient Greek
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΔΕΥΤΕΡΟΝ., Cap. I.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 5-6
Not analysed yet
συλλογισμῷ χρώμενος. μάλιστα δʼ ἄν τις θαυμάσειε, πῶς καὶ ὁ Ἄτταλος συγκατατίθεται τούτῳ· λέγει γὰρ τὸν τρόπον τοῦτον· „ἐν δὲ τοῖς ἐχομένοις πειρᾶται „ὑποδεικνύειν, πῶς ἄν τις διὰ τῶν ἄστρων δύναιτο „τὴν ὥραν τῆς νυκτὸς ἐπιγινώσκειν. ἐπεὶ γάρ ἐστιν „ἀρχὴ νυκτὸς ἡλίου δύσις, ὁ δὲ ἥλιος ἀεὶ ἔν τινι τῶν . ,δώδεκα ζῳδίων ἐστίν, δῆλον ὅτι τῷ γινώσκοντι, ἐν „τίνι τε ζῳδίῳ ὁ ἥλιός ἐστι καὶ ἐν πόστῃ μοίρᾳ τοῦ „ζῳδίου, ῥᾴδιόν ἐστιν ἐπιγνῶναι, καὶ ποῖον ζῴδιον ἐν