Ancient Greek · ~2 min
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΔΕΥΤΕΡΟΝ., Cap. II.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 57
Not analysed yet
στήθους. δύνειν δέ φησι τόν τε Κύνα ὅλον, καὶ τὸν Ὠρίωνα, καὶ τὸν Λαγωόν, καὶ τοῦ Ἡνιόχου τὰ ἀπὸ τῶν ποδῶν ἕως τῆς ζώνης μέρη· τὴν δὲ Αἶγά φησι καὶ τοὺς Ἐρίφους, ὧν ἐστιν ἡ μὲν ἐπὶ τοῦ ἀριστεροῦ ὤμου, οἱ δʼ ἐν τῇ ἀριστερᾷ χειρί, ἔτι δὲ τὴν κεφαλὴν καὶ τὴν δεξιὰν χεῖρα τῷ Τοξότῃ ἀντικαταδύνειν, τὰ δὲ πρὸς τοὺς πόδας τῷ Σκορπίῳ. δύνειν δέ φησι καὶ τὸν Περσέα χωρὶς τοῦ δεξιοῦ γόνατος καὶ τοῦ ποδός, καὶ τῆς Ἀργοῦς τὴν πρύμναν.