Ancient Greek · ~2 min
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΤΡΙΤΟΝ., Cap. V.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 6-15
Not analysed yet
Τὴν δὲ ἕκτην ὥραν ἀφορίζει ἐπὶ τοῦ διὰ τῶν ἰσημερινῶν σημείων κύκλου ἔγγιστα μὲν τοῦ Κενταύρου ὁ ἐχόμενος τῶν ἐν τῷ νοτιωτάτῳ μέρει τοῦ θύρσου λαμπρῶν καὶ ὡς ἡμιπήχιον διεστηκότων, οἳ κεῖνται κατὰ μέσον πως τὸ στῆθος τοῦ Κενταύρου· τοῦ δὲ Βοώτου ὁ μέσος τῶν ἐν τῷ ἀριστερῷ ποδὶ ὡς κ΄ μέρος ὡριαίου διαστήματος ὑπολείπεται τοῦ τὰς ἓξ ὥρας ἀφορίζοντος κύκλου.