Ancient Greek
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΔΕΥΤΕΡΟΝ., Cap. II.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 6-8
Not analysed yet
μόριον. ἕνα δὲ μὴ διὰ παντὸς ἐπισημαινώμεθα τοῦτο, διαληπτέον καθόλου, διότι μὴ ὁμοίως ἀναγράφουσιν ἀμφοτέροις οὐ δυνατὸν ἑκατέρῳ αὐτῶν συμφωνεῖν τὸ φαινόμενον. δεῖ δὲ κἀκεῖνο διειληφέναι, διότι πάντα μὲν πλὴν ὀλίγων τινῶν ὁμοίως ἀμφότεροι ἀναγράφουσι τὰ περὶ τὰς ἀνατολάς· ὁ γὰρ Ἄρατος τοῖς ὑπὸ τοῦ Εὐδόξου λεγομένοις ἠκολούθηκε· συμφωνοῦσι μέντοι γε αἱ ὑπʼ αὐτῶν ἀναγεγραμμέναι συνανατολαὶ τῇ κατὰ τὸν Ἄρατον μᾶλλον τοῦ ζῳδιακοῦ διαιρέσει ἤπερ 〈τῇ〉 κατὰ τὸν Εὔδοξον. ἔσται δὲ τοῦτο φανερὸν ἐκ τῶν κατὰ μέρος περὶ αὐτῶν ῥηθησομένων.