Ancient Greek
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΤΡΙΤΟΝ., Cap. III.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 7-15
Not analysed yet
Ὅταν δὲ ὁ Αἰγόκερως ἀνατέλλῃ, συνανατέλλει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Τοξότου μοίρας θ΄ καὶ κ΄ μέσης ἕως Αἰγόκερω ζ΄ καὶ κ΄· μεσουρανεῖ δὲ ἀπὸ Χηλῶν ιθ΄ μέσης ἕως Σκορπίου ιη΄. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει ὁ βορειότερος τῶν ἐν τοῖς κέρασι λαμπρῶν, ἔσχατος δὲ ὁ ἑπόμενος τῶν ἐν τῇ οὐρᾷ λαμπρῶν. Μεσουρανεῖ δὲ τῶν ἄλλων πρῶτος μὲν τοῦ τε Βοώτου τῶν ἐν τῇ ζώνῃ ὁ λαμπρότατος, καὶ τῶν Χηλῶν ὁ προηγούμενος ἄκρας τῆς βορείας χηλῆς, καὶ τοῦ διὰ τῶν Ἄρκτων Ὄφεως ὁ τρίτος ἀπʼ ἄκρας τῆς οὐρᾶς ἀριθμούμενος λαμπρός, ὡς ἡμιπήχιον προηγού- μενος τοῦ μεσημβρινοῦ· ἔσχατος δὲ μεσουρανεῖ τοῦ Ἐνγόνασιν ὅ τε δεξιὸς ὦμος καὶ ὁ ἀπʼ ἄρκτων παρα- κείμενος τοῖς ἐν τῇ δεξιᾷ κνήμῃ. Ἀνατέλλει δὲ ὁ Αἰγόκερως ἐν ὥρᾳ μιᾷ καὶ ἡμίσει καὶ τρίτῳ μέρει.