Ancient Greek · ~2 min
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΠΡΩΤΟΝ, Cap. X.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 7-8
Not analysed yet
Ἑξῆς δὲ λέγει· ὁπλαὶ δʼ Ἵππειοι καὶ ὑπαύχενον Ὀρνίθειον ἄκρῃ σὺν κεφαλῇ. τίνας μὲν οὖν ἀστέρας ἐτίθει ἐπὶ ταῖς ὁπλαῖς τοῦ Ἵππου, ἄδηλον. ἐκ μέντοι τῶν ἐπὶ τοῦ Ὄρνιθος λεγο- μένων οὕτως· κατὰ δεξιὰ χειρὸς Κηφείης ταρσοῖο τὰ δεξιὰ πείρατα φαίνων, λαιῇ δὲ πτέρυγι σκαρθμὸς παρακέκλιται Ἵππου· δόξειεν ἂν συνεγγίζειν τῇ ἀληθείᾳ. ὁ γὰρ ἐν ἄκρᾳ τῇ 〈ἀριστερᾷ〉 πτέρυγι βορειότερός ἐστι τοῦ ἰσημερινοῦ