Ancient Greek · ~2 min
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΠΡΩΤΟΝ, Cap. III.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 9-2
Not analysed yet
κατά γε τοῦτο διακρούοιτο τὸ ἔγκλημα. ὁ μέντοι γε Ἄτταλος ὁμολογουμένως ἠγνόει λέγων ἐν τοῖς περὶ τὴν Ἑλλάδα τόποις τὴν μεγίστην ἡμέραν πρὸς τὴν ἐλαχίστην λόγον ἔχειν, ὃν 〈ἔχει〉 τὰ εʹ πρὸς τὰ γʹ. προεκθέμενος γὰρ τὰ ἐπὶ τοῦ θερινοῦ τροπικοῦ ποιήματα, ἐπιφέρει ταυτί· „διὰ δὲ τούτου φανερὸν ποιεῖ, διότι τὴν ὅλην „πραγματείαν ἐν τοῖς περὶ τὴν Ἑλλάδα τόποις πεποίηται· „παῤ ἐκείνοις γάρ ἐστιν ἡ μακροτάτη ἡμέρα πρὸς τὴν