Ancient Greek · ~2 min
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΠΡΩΤΟΝ, Cap. VI.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 9-4
Not analysed yet
οὐρᾷ ἀπέχει ἀπὸ τοῦ βορείου πόλου μοίρας οηʹ. τῶν δʼ ἐν τῷ Κριῷ ἀστέρων ὁ μὲν βορειότερος καὶ ἐπὶ τοῦ ῥύγχους κείμενος ἀπέχει μοίρας μικρῷ λειπούσας τῶν οηʹ, ὁμοίως δὲ τούτῳ καὶ ὁ βορειότερος τῶν ἐν τῇ οὐρᾷ· οἱ δὲ ἐν ὅλῳ τῷ σώματι κείμενοι τοῦ Κριοῦ πάντες εἰσὶ νοτιώτεροι τούτων. δῆλον οὖν ὅτι βορειό- τερός ἐστιν ὁ εἷς τῶν Ἰχθύων τοῦ Κριοῦ.