Ancient Greek · ~3 min
9 to 10
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 9-7-10
Not analysed yet
Ὅτι δὲ καὶ ὁ Ἄρατος τοῖς μαθηματικοῖς ἀκολούθως ἀπλατεῖς αὐτοὺς νοεῖ ὑπάρχοντας, μάθοι ἄν τις ἔκ τε τοῦ περὶ τοῦ ἰσημερινοῦ λέγειν· ἐν δέ οἱ ἤματα νυξὶν ἰσαίεται ἀμφοτέρῃσι φθίνοντος θέρεος, τοτὲ δʼ εἴαρος ἱσταμένοιο· οὐ γὰρ ἐπὶ μίαν μόνον ἡμέραν ἰσημερίαν ἂν ἦγεν ἔν τε τῷ ἔαρι καὶ τῷ φθινοπώρῳ, ἀλλὰ καὶ πλείονας, εἰ πλάτος εἶχε· καί πάλιν ἐκ τοῦ ἐπὶ τοῦ τροπικοῦ λέγειν· τοῦ μέν, ὅσον τε μάλιστα, διʼ ὀκτὼ μετρηθέντος πέντε μὲν ἔνδια στρέφεται καὶ ὑπέρτερα γαίης, τὰ τρία δʼ ἐν περάτῃ· πλάτος γὰρ ἔχοντος αὐτοῦ καὶ διαιρεθέντος εἰς ὀκτὼ 〈οὐ〉 δυνατόν, εἶναι ὅλα τμήματα ἄνω τε καὶ κάτω