Ancient Greek
2.47.3
Hippasus Phil., Testimonia 2.47.3
Unproofread scanNot analysed yet
12. SCHOL. PLAT. Phaed. 108 D Γλαύκου τέχνη] ἡ ἐπὶ τῶν μὴ ῥαδίως κατεργαζομένων ἢ ἐπὶ τῶν πάνυ ἐπιμελῶς καὶ ἐντέχνως εἰργασμένων. "l. γὰρ τις κατεσκεύασε χαλκοὺς τέτταρας δίσκους οὕτως, ὥστε τὰς μὲν διαμέτρους αὐτῶν ἴσας ὑπάρχειν, τὸ δὲ τοῦ πρώτου δίσκου πᾶχος ἐπίτριτον μὲν εἶναι τοῦ δευτέρου, ἡμιόλιον δὲ τοῦ τρίτου, διπλάσιον δὲ τοῦ τετάρτου, κρουομένους δὲ τούτους ἐπιτελεῖν συμφωνίαν τινά. καὶ λέγεται Γλαῦκον ἰδόντα τοὺς ἐπὶ τῶν δίσκων φθόγγους πρῶτον ἐγχειρῆσαι δι᾿ αὐτῶν χειρουργεῖν, καὶ ἀπὸ ταύτης τῆς πραγματείας ἐπὶ καὶ νῦν λέγεσθαι τὴν καλουμένην Γλαύκου τέχνην. μέννηται δὲ τούτου Ἀριστόξενος ἐν τῷ Περὶ τῆς μουσικῆς ἀκροάσεως [PHG II 288 fr. 77] καὶ Νικοκλῆς ἐν τῷ Περὶ θεωρίας [vgl. Zenob. II 91]. Vgl. Eus. c. Marc. Migne xxiv 746 ἕτερος δὲ τὴν ἐπ᾿ ἄκρον μουσικῆς ἐμπειρίαν μαρτυρήσας τῷ Γλαύκῳ τοὺς κατασκευασθέντας ὑπ᾿ αὐτοῦ δίσκους χαλκοὺς φησὶ τέτταρας πρὸς τὸ ἐμμελῆ τινα τῆς κρούσεως τὴν συμφωνίαν τῶν φθόγγων ἀποτελεῖν.