Ancient Greek
1 to 3
Hippias Soph., Fragmenta 1-3
Not analysed yet
SCHOL. APOLL. RHOD. III 1179: Ἱππίας δὲ ὁ Ἠλεῖος ἐν Ἐθνῶν Ὀνομασίαις φησὶν ἔθνος τι καλεῖσθαι Σπαρτούς· καὶ ὁμοίως Ἀτρόμητος (VI). PLUTARCH. Num. 1: τοὺς μὲν οὖν χρόνους ἐξακριβῶσαι χαλεπόν ἐστι, καὶ μάλιστα τοὺς ἐκ τῶν Ὀλυμπιονικῶν ἀναγομένους, ὧν τὴν ἀναγραφὴν ὀψέ φασιν Ἱππίαν ἐκδοῦναι τὸν Ἠλεῖον ἀπ' οὐδενὸς ὁρμώμενον ἀναγκαίου πρὸς πίστιν. ATHENAI. XIII 608 F: ἐπὶ κάλλει δὲ . . . διαβόητοι γεγόνασι γυναῖκες Θαργηλία ἡ Μιλησία, ἥτις καὶ τεσσαρεσκαίδεκα ἀνδράσιν ἐγαμήθη, οὖσα καὶ τὸ εἶδος πάνυ καλὴ καὶ σοφή, ὥς φησιν Ἱππίας ὁ σοφιστὴς ἐν τῶι ἐπιγραφομένωι Συναγωγή.