Ancient Greek
563.3 to 563.6
Hippias Soph., Testimonia 563.3-6
Unproofread scanNot analysed yet
9. —Hipp. mai. p. 286 A [Hippias] Καὶ ναὶ μὰ Δί', ὦ Σώκρατες, περὶ γε ἐπιτηδευμάτων καλῶν καὶ ἔναγχος αὐτόθι ἠδοκίμησα διεξιὼν, ἂ χρή τὸν νέον ἐπιτηδεύειν. ἔστι γὰρ μοι περὶ αὐτῶν παγχάλως λόγος συγκεῖμενος, καὶ ἄλλως εὖ διακειμενος καὶ τοῖς ὀνόμασι· πρόσχημα δὲ μοι ἐστι καὶ ἀρχὴ τοῦ ἀδε τις τοῦ λόγου [vgl. A 2 §4]. ἐπειδὴ ἡ Τροία ἦλθ, λέγει ὁ λόγος ὅτι Νεοπτόλεμος Νέστορα ἔρωτο, ποῖά ἐστι καλὰ ἐπιτηδεύματα, ἂ ἂν τις ἐπιτηδεύσας νέος ὧν εὐδοκιμώτατος γένοιτο· μετὰ ταῦτα δὴ λέγων ἐστιν ὁ Νέστωρ καὶ ὑποτιθέμενος αὐτῷ πάμπολλά νόμματα καὶ πάγκαλα. τοῦτον δὴ καὶ ἐκεῖ [in Sparta] ἐπεδείξατο καὶ ἐνθάδε [in Athen] μέλλω ἐπιδεικνύναι εἰς τρίτην ἡμέραν ἐν τῷ Φειδοστράτου διδασκαλείῳ καὶ ἄλλα πολλά καὶ ἀξία ἀκοῆς· ἐδεήθη γὰρ μου Εὐθὺκος ὁ Ἀθηναῖον. 10. —Hipp. min. p. 364 C [Hipp.] φημὶ γὰρ Ὀμηρον πεποιηκέναι ἀριστον μὲν ἄνδρα Ἀχιλλέα τῶν εἰς Τροίαν ἀφικομένων, σοφώτατον δὲ Νέστορα, πολυτροπώτατον δὲ Ὀδυσσέα.