Ancient Greek
564.3
Hippias Soph., Testimonia 564.3
Unproofread scanNot analysed yet
14. XEN. MEM. IV 4, 5ff. οἶδα δὲ ποτε αὐτὸν καὶ πρὸς Ἰππίαν τὸν 20 Ἥλειον περὶ τοῦ δικαίου τοιάδε διαλεχθέντα. διὰ χρόνον γὰρ ἀφιζόμενος ὁ Ἰππίας Ἀθήναζε παρεγένετο τῷ Σωκράτει λέγοντι πρὸς τινας, ὡς θαυμαστὸν εἶη τό, εἰ μὲν τις βούλοιο σκντία διδάξασθαι τινα ἢ τέκτονα ἢ χαλκέα ἢ ἱππέα, μὴ ἀπορεῖν ὅποι ἂν πέμψας τούτων τύχοι· φασι δὲ τινες καὶ ἵππον καὶ βοῦν τῷ βουλομένῳ δικαίους ποιήσασθαι πάντα μεστὰ εἶναι τῶν διδασκόν- 25 των· ἐὰν δὲ τις βούληται ἢ αὐτὸς μαθεῖν τὸ δίκαιον ἢ νιὸν ἢ οἰκέτην διδάζασθαι, μὴ εἰδέναι ὅποι ἂν ἐλθὼν τύχοι τούτου. καὶ ὁ μὲν Ἰππίας ἀκούσας ταῦτα ὡςπερ ἐπισχώπτην αὐτόν· Ἐπὶ γὰρ σὺ, ἔφη, ὦ Σώκρατες, ἐκεῖνα τὰ αὐτὰ λέγεις ἃ ἐγὼ πάλαι ποτὲ σοῦ ἤκουσα· καὶ ὁ Σωκράτης· Ὁ δὲ γε τούτου δεινότερον, ἔφη, ὦ Ἰππία, οὐ μόνον ἀεὶ τὰ αὐτὰ λέγω, ἀλλὰ καὶ περὶ τῶν 30 αὐτῶν· σὺ δ’ ἴσως διὰ τὸ πολυμαθὴς εἶναι περὶ τῶν αὐτῶν οὐδέποτε τὰ αὐτὰ λέγεις. Ἀμέλει, ἔφη, πειρῶμαι καινὸν τι λέγειν ἀεὶ. Πότερον, ἔφη, καὶ περὶ τῶν ἐπίστασαι; οἷον περὶ γραμμάτων ἐὰν τις ἐρωτᾷ σε, πόσα καὶ ποῖα Σωκράτους ἐστίν, ἀλλὰ μὲν πρότερον, ἀλλὰ δὲ νῦν πειρᾷ λέγειν; ἢ περὶ ἀριθμῶν τοῖς ἑρωτῶσιν, εἰ τὰ δὶς πέντε δέκα ἐστίν, οὐ τὰ αὐτὰ νῦν ἂ καὶ πρότερον 35 ἀποκρίνει; Περὶ μὲν τούτων, ἔφη, ὦ Σώκρατες, ὡςπερ σὺ, καὶ ἐγὼ ἀεὶ τὰ αὐτὰ λέγω· περὶ μέντοι τοῦ δικαίου πᾶν οἶμαι νῦν ἔχειν εἰπεῖν, πρὸς ἂ οὔτε σὺ οὔτ’ ἂν ἄλλος οὐδεὶς δύναιτ’ ἀντειπεῖν.