Ancient Greek
100.2
Hippiatrica, Hippiatrica Berolinensia 100.2
Unproofread scanNot analysed yet
Ἀνατολίου περὶ ἐπιμελείας τῶν κνουσῶν ἵππων. αλε' 3 Τῶν κνουσῶν ἵππων ἐπιμέλειαν ποιησόμεθα τὴν προσήκουνδαν, ὥσπερ τοῦ βάρους αὐτὰς κουφίζοντες, καὶ μὴ βατάζειν συγχωροῦντες, ποιοῦντες ἥρεμα βόσκεσθαι, καὶ τροφήν |παρατιθέντες κουφότεραν, χόρτον ἐπὶ χλωρὸν τμηθέντα (οὕτος γὰρ ἔστι γλυκύτατος), κριθὴν τε βεβρεγμένην, καὶ ὅσα τοιαῦτα, ὅς τε τῆς ἡμέρας ποτίζοντες, ἐν ἱπποστάσιῳ τε ἰστάντες θερμῷ χειμῶνος, θερείας δὲ ἀναψύχοντες, ὑποστρωννύντες τε καὶ ξύλα στρογγύλα εὐαρμόστως συγκείμενα ὑπὸ τοὺς πόδας αὐτῶν, ἵνα ἐν μὲν τῇ κοίτῃ ἁπαλότητα ἔχωσιν, ἐν δὲ τοῖς ποσὶ σκληρότητα διὰ τὰς ὀπλάς, τὰ τε οὖρα καταρρῆ εὐχερῶς. 4 τὰς δὲ φάτνας ὑψηλοτέρας εἶναι δεῖ, ὡς ἀνηρτῆσθαι ἀπ' αὐτῶν τὰς φορβέας καὶ ἀνανευούσας λαμβάνειν τὴν τροφήν,