Ancient Greek
104.2
Hippiatrica, Hippiatrica Berolinensia 104.2
Unproofread scanNot analysed yet
Εὐμήλου πρὸς παρωτίδας καὶ χοιράδας. 4 Ἐὰν συμβῇ ζῶν ἔχειν παρωτίδας ἢ χοιράδας, ὥσπερ τινὲς ἰδιώτερον γλανδοῦλας προσαγορεύουσιν, ἰχῶρα πυώδη διὰ στόματος ἀποπέμπει. χρή τοίνυν θεραπεύειν, ἄλευρον κριθίνον μετὰ ὄξους προσφέροντα. εἰ δὲ μὴ ὠφελήσῃ, τέμνειν τὸ δέρμα καὶ αὐτὰ τὰ λεγόμενα γλάνδουλα ἐκβάλλειν πάντα σιδήρῳ, χειρὶ μὴ ἀπτόμενον. εἰ δὲ μὴ οὕτω θεραπευθῇ, ἐπικαίειν τοὺς τόπους, μέχρις οὗ ὁ συνημμένος ἰχὼρ ἐκφορηθῇ. τὰ δὲ κεκαυμένα τῷ προειρημένῳ τρόπῳ θεράπευε. κάλλιστον δὲ τυγχάνει ἐν ταῖς τοῦ πάθους ἀρχαῖς, ἡνίκα τῷ τοιούτῳ νοσήματι φλεγμονὴν |τὸ ζῶον ὑφίσταται, καὶ σφαῖραν μολυβδίνην ἀπὸ τῆς φορβέας ὑπὸ τὸ τῆς γένυος μέρος ἀποκρεμᾶν, ὥστε παντὶ τρόπῳ τῆς καταπόθρας καταγυμνάζεσθαι μέρος τῷ μολύβδῳ πληττόμενον. ἔχει δὲ τὴν αὐτὴν τοῦ θεραπεύειν δύναμιν καὶ σίκυον ἀγρίου δίξα μετὰ ἀλεύρου κριθίνου καὶ ὄξους ὀριμυτάτου μγεῖσα καὶ καταπλασσομένη.