Ancient Greek
109.1
Hippiatrica, Hippiatrica Berolinensia 109.1
Unproofread scanNot analysed yet
καὶ ἐλαίῳ παλαιῷ. ἀρμόσει δὲ καὶ τὸ διὰ βδέλλιον ἀνιέντα συγχρίειν. ἐνδόσεως δὲ γενομένης καὶ τροφὴν ἐπιζητοῦντος, παραβάλλειν χλωρὸν χόρτον, ἄμεινον δὲ βόσκειν. ἐὰν μέντοι μὴ ἡ χλωρός, τὸν ξηρὸν καταφραίνειν τῷ νίτρῳ, καὶ τὰς κριθὰς ὁμοίως καταπλάσσειν ἀλεύρῳ πυρίνῳ καὶ ποτίζειν. αἷμα δὲ ἀπὸ μόνης ὑπερφίας ἀφαιρεῖν. ἐπὶ τὸ βέλτιον δὲ προχωροῦντα καθαίρειν τῷ σικύῳ καὶ τῷ νίτρῳ. ἔνιοι δέ, ὧν ἐστὶ Στρατόνικος, μετὰ τὴν κατάντησιν συμβουλεύουσι καταπλάσσειν ἀλεύρῳ ἐν οἴνῳ κεκραμένῳ συνεψηθέντι.