Ancient Greek
109.6
Hippiatrica, Hippiatrica Berolinensia 109.6
Unproofread scanNot analysed yet
κ' περὶ χοιράδων θλίψεως. Ἀψύρτου. ϙε' 1 Ἀψυρτος Δάμα Λαοδικεῖ ἱπποίατρῷ χαίρειν. χοιράσι ταῖς γινομέναις τοῖς ἵπποις πολλοὶ συντάξαντο βοηθήματα πολλὰ ἀδύνατα καὶ ἄνωφελή· λέγουσι γὰρ οἱ μὲν ὠμῇ λύσει ἐφθῆ, ἤτοι ἀλεύρῳ κριθίνῳ καὶ ὀητίνῃ καταπλάσσειν. τινὲς δὲ ἐν ὄξει καθέψοντες, ἕτεροι δὲ πυρίνῳ μετὰ οἴνου τοῦτο ποιοῦντες καὶ σπόγγον ἐν ὄξει θερμῷ βάφαντες, ἐπίδεσμοῦσιν. ἄλλοι δὲ ἐντέμνειν, καὶ ἐπιτιθέναι ἑρινὸν κόψαντας ἢ τιθύμαλλον ἢ σικίου ἀγρίου ῥίζαν.