Ancient Greek
110.1
Hippiatrica, Hippiatrica Berolinensia 110.1
Unproofread scanNot analysed yet
πάλιστα δὲ ποιοῦσι καταχωρίοντες τῷ καυστικῷ. συμβαίνει γὰρ ἀδύνατον γενέσθαι τοῦ διαπυῶσαι καὶ ἔκρηξιν λαβεῖν, σκληρώσεις τε ἐπιγίνεται, μᾶλλον κατασφυγγομένης τῆς βύρσης, καὶ οὐκ ἐξ ἀφασθαι τοῦ τόπου ἐκεῖνον τῇ χειρί, ἀλλὰ βαρῦνεται ὀλῇ τῇ κεφαλῇ, καὶ οἴδησις ἐπιγίνεται τῇ ὀφρεῖ, τὰς τε φλέβας ἐπηρμένας ἔχει ἐν αὐτῇ ὡσαύτως, καὶ τὸ ὀύγχος οἴδει. 2 ἀρίστη δὲ θεραπεία ἐστὶν αὐτῶν ἡ ἐκτομή, ἥτις γίνεται παρὰ Ἀλεξάνδρευσι. δεῖ δὲ ἐπιτέμνειν οὕτως· κατακλίναντα καὶ καταλαβόμενον τοὺς πόδας κρατήσαντά τε τὴν κεφαλὴν, καὶ τὴν χοιράδα ἐπιλαβόμενον σαρκολαβίδι, τὴν βύρσαν ἀποτέμνειν σμίλῳ στρογγυλοειδῶς, ὅσον ἰκανόν ἐστι, δι’ οὗ ἐκκομισθήσεται. ὡσαύτως καὶ τοὺς χιτῶνας ἀποσπᾶν τῇ σαρκολαβίδι καὶ περιτέμνειν. γυμνώσαντα δὲ τὴν χοιράδα, ὑπορρίπτειν τὸ σπαθίον ὑπὸ τοὺς χιτῶνας, καὶ τὴν βύρσαν ὑποδέρειν, εἶτα εὐτόλμως καθιέντα τὸν δάκτυλον πρῶτον ἐκ τοῦ ἄνωθεν μέρους τοῦ κατὰ γένυν ἀποσπᾶν, καὶ ἐκλαμβάνειν αὐτὴν τῷ δακτύλῳ πάντοθεν μέχρι τοῦ διαβροῦχον παρ’ ἑκάτερα. κάλλιον μὲν, ἂν ὀμὴ τηρήσῃ τις αὐτήν· εἰ δὲ μή γε, κατὰ μέρος, μηδὲν ἀπολειπόντα αὐτῆς. ἀπολειφθὲν γάρ, κἂν μικρὸν ᾖ, ἔσται μέγα, καὶ δεήσει χειρίζειν πάλιν. φυλάσσεσθαι δὲ τὰς φλέβας καὶ διακρίνειν. αἱμορραγία δὲ ἐὰν γένηται χειριζομένου, μὴ εὐλαβεῖσθαι, οὐκ ἔχει γὰρ κίνδυνον. 3 διεγείροντα δὲ αὐτὸν θεραπεύειν οὕτως· τίλματα ὁάκους ἐρίου διάβροχα ποιήσαντα ὀξεί ὀρμυτάτῳ καὶ ἅλατι, ἐντιθέναι εἰς τὴν ἐκτομήν, καὶ στήσεται τὸ αἷμα. ἐὰν δὲ μὴ αἱμορρυσήσῃ, ἔλαιον μιγνύειν τῷ ὀξεί, τὸ δὲ ἅλας οὔχι, καὶ τρι-