Ancient Greek
116.3
Hippiatrica, Hippiatrica Berolinensia 116.3
Unproofread scanNot analysed yet
Ἱεροκλέους εἰς τὸ αὐτό. 3 Πολύπους ἐν τῷ μυκτήρῳ γίνεται, ὡς συκάμινον τῇ περιοχῇ, πᾶνν δὲ ἐνοχλεῖ τὸ ζῷον. συμφράσσονται γὰρ οἱ μυκτήρες, καὶ πῦα ἐξ αὐτῶν δυσώδη φέρεται, καὶ φυσᾶ δεινόν, λεπτύνεται τε καὶ σκνθρωπάζει διηνεκῶς, μηδὲ χρεμετίζειν δυνάμενος. ὅταν οὖν ὅλος ὁ πολύπους ἢ μέρος αὐτοῦ φαίνηται, ἐκτεμνόμενον χαλκίτιδι ὀμῇ περιπάσεται. ἀρμόζει δὲ καὶ μετὰ ὀξους πάχος ἔχουσα ἢ χαλκίτις καταχρισμένη πυκνότερον, ἢ ἀμόργη ἐφθὴ μετὰ ἀριστολογείας μιγεῖσα.