Ancient Greek
117.6
Hippiatrica, Hippiatrica Berolinensia 117.6
Unproofread scanNot analysed yet
1 Ἀψυρτος Σεκοῦνδῳ ἱπποιατρῷ χαίρειν. εἰδέναι σε ὑνη' θέλω, ὅτι τοῖς ὑπὸ βηχὸς ὀχλουμένοις ἀρμόζει πρῶτον ἡ κάθαρσις τοῦ σώματος ὅλον διὰ τοῦ σικίνου τοῦ ἀγρίου καὶ τοῦ νίτρου, εἶτα σκίλλης τοὺς παχυτέρους φλοιούς τέσσαρας τριφαντας, καὶ ὅποῦ Κυρηναϊκοῦ ἡλίκον κύαμον διέντας οἴνῳ λευκῷ καὶ ἐλαίῳ παλαιῷ, καταλαμβανομένους τὴν γλῶσσαν, ἐγχεῖν διὰ τοῦ στόματος. δεῖ δὲ καὶ ὑποθυμιᾶν αὐτὸν ἐπ' ἀνθράκων συνθέματι τοιούτῳ· σκοροδῶν Κυπρίων καὶ κρομύων τὸ ἴσον, σανδαράχης ὀλκήν μίαν, ἀσφάλτου τὸ ἴσον, πάντα ταῦτα ἐν ταύτῳ τριφαντα λίαν, διελεῖν εἰς τρία μέρη, καὶ τούτων ἐν τῇ ἡμέρᾳ ὑποθυμιᾶν, τὴν κεφαλήν κατακαλύψαντας καὶ τοὺς ὀφθαλμούς |περιδήσοντας. μετὰ δὲ τὴν θυμιάσιν ἐν οἴνῳ γλυκεῖ στέαρ ἐλάφειον ἢ προβάτειον καὶ κηρὸν τήξαντας, τὴν γλῶσσαν καταλαμβανομένους, ἐγχυματίζειν. ἡ πράσιον τριφαντας μετὰ ἐλαίου καὶ ἄλδς οἴνῳ διέντας ὁμοίως