Ancient Greek
118.1
Hippiatrica, Hippiatrica Berolinensia 118.1
Unproofread scanNot analysed yet
ἐγχυματίζειν. ἔστι δὲ καὶ ἕτερα πολλά, ἄριστα δὲ πάντων ταῦτα. Ἱεροκλέους εἰς τὸ αὐτό. 2 Ἐὰν βῆς ἐνοχλοῖη, πρῶτον καθαίρειν χοῆ διὰ τοῦ σικίου καὶ τοῦ νίτρου τὸ σῶμα ὅλον, εἶτα σκίλλης τῆς παχυτέρας φλοιούς τέσσαρας τρῖψαντα, καὶ ὅποῦ Κυρηναικοῦ ὄσου κυάμου μέγεθος διέντα οἴνῳ λευκῷ καὶ ἐλαίῳ παλαιῷ, καταλαβόντα τὴν γλῶτταν, διὰ στίματος ἐγχυματίζειν, καὶ ὑποθυμιῶν δὲ αὐτὸν ἐπ’ ἀνθράκων σκευάσαι τοιῶδε· σκορόδου Κυπρίων καὶ χρομύων τὸ ἴσον, καὶ σανδαράχης τρῖψαντα ὁμοῦ καὶ λεάναντα, διελεῖν εἰς τρία μέρη, καὶ καθ’ ἡμέραν ἕν μέρος ὑποθυμιῶν, τὴν κεφαλὴν καλύψαντα καὶ τοὺς ὀφθαλμοὺς περιδήσαντα. μετὰ δὲ τὴν ὑποθυμίαν, οἴνῳ γλυκεῖ, στέαρ ἐλάφειον ἢ προβάτειον καὶ κηρὸν τήξαντα, καὶ τὴν γλῶτταν καταλαβόντα ἐγχυματίζειν. ἢ πράσιον τρῖψαντα μετὰ ἐλαίου καὶ ἄλδν οἴνῳ διέντα ἐγχυματίζειν ὁμοίως. ἢ τραγάκανθαν εἰς ὕδωρ χλιαρὸν ἀποβρέξαντα μετὰ ἐφήματος καὶ ἐλαίου παλαιοῦ ἐγχυματίζειν. ἢ ἐρχμὸν ἐφήσαντα διηθήσαι τὸ ὕδωρ, καὶ τρῖψαντα μετὰ στέατος χοίρειον διδόναι πίνειν. ἢ στακτὴν κονίαν καὶ νίτρον καὶ ἔλαιον καὶ ἄδν καὶ μέλι μίζαντα ἐγχυματίζειν. ἢ κωάμβης τὰ τουφερά καὶ σκορόδον καὶ στέαρ χοίρειον ἐξ ἴσου ἐμβρέξαντα εἰς κεδρέαν βώλους πέντε ἐγχυματίζειν, ἢ ἄλητινῆς σμύρνης γο α’, καὶ μὴ ποτίζειν ἕως τρίτης ὥρας.