Ancient Greek
136.2
Hippiatrica, Hippiatrica Berolinensia 136.2
Unproofread scanNot analysed yet
Θεομνήστου περὶ παραγωγῆς τραχήλου. 92a 3 Συμβαίνει ἵππῳ καὶ ἄλλῳ ὑποζυγίῳ παραγωγὴν τραχήλου παθεῖν, ὅταν πρῶτον δεθῇ καὶ πρὸς δένδρον προσαφθῇ, 10 ἀγανακτοῦντι καὶ διαστρεφομένῳ, ἢ κακουχῶν ἐν ζυγῷ, ἢ καταστραφέντος ὀχήματος ἐκτραπεῖσης τῆς ζεύξεως· καὶ γίνεται τοῦ τραχήλου αὐτοῦ τὸ ἕν μέρος κοῖλον, τὸ δὲ ἕτερον κυρτόν. τοῦτον θεραπεύσομεν, τιθέντες ἐπὶ τὴν γῆν τὸ κοιλότερον τοῦ τραχήλου καὶ τὸ κυρτὸν ἐπάνω, καὶ βαροῦντες 15 ἰσχυρῶς ἀνωθοῦμεθα, ἕως οἱ σπόνδυλοι τῆς παραγωγῆς εἰς 94v τὸ κα|τὰ φύσιν ἐλθῶσιν, εἴθ’ οὕτως πόρπακας μυρικίνους ποιεῖν τρεῖς, . καὶ τῷ σ|αστηρίῳ τρυπᾶν τὸν τράχηλον κατὰ τὸ κυρτὸν γενοὺς μέρος ἐκ διαστήματος ἴσου, καὶ διελεῖν αὐτοὺς ὑπὸ δέρμα, καὶ ἀποδεσμεῦν διὰ τῆς βύρσης σχοινίῳ 20 εὐτόνως στραφέντι κανναβίνῳ, ἔχοντι πάχος νευρᾶς. τὸ δὲ ἄμμα ποιεῖν βρόχον τὸν καλούμενον λύκον, καὶ ἀποδεσμεύειν, ἀποβρέχειν τε ὀξελαιῷ τρὶς τῆς ἡμέρας, καὶ τούτῳ συλλαμβάνειν τοὺς πόρπακας, ἄχρις ἂν ἀποπέσωσιν, καταντλεῖν τε ὕδατι θερμῷ καὶ θεραπεύειν. οὕτω γὰρ οὐκέτι διαστραφή- 25 σεται.