Ancient Greek
138.2
Hippiatrica, Hippiatrica Berolinensia 138.2
Unproofread scanNot analysed yet
Ἱεροκλέους εἰς τὸ αὐτὸ πάθος. 2 Εἴωθε τοῖς ὑποζυγίοις πυρώματα γίγνεσθαι καὶ μάλιστα τοῖς νοταγωγοῖς. φέρει γοῦν κίνδυνον αὐτοῖς καὶ μάλιστα τὸ θῆλυ. ἔστι γὰρ καὶ ἄφρεν οἴδημα τὸ γινόμενον περὶ τὸν τόπον μέγα καὶ ἰχώρας ἔχον καὶ ἀποστραχούμενον ἐντέμνε-ται οὖν τὰ οἰδήματα, ἅπερ ἔστι φυσώματα, αἷμα οὐκ ἔχοντα. χρή δὲ ἐμβαλεῖν εἰς τὰ τετμημένα ῥόαν τὴν στύφουσαν καὶ ἐπάνω ἄλφιτα. τῇ δὲ ἐξῆς ἡμέρᾳ κυπάρισσον κόψας καὶ μίξας τοῖς ἀλφίτοις, μετὰ ὄξους τε φυράσας κατάπλασσε, ἀποσύρας τὰ προὑποκειμένα τῇ χειρί. ὕδωρ δὲ προσφέρειν οὐ χρή, ἐντιθέναι μέντοι καὶ αὐθίς τῆς ῥόας. καὶ ὅταν καλῶς ἡ θερα-πεία προχωρήσῃ, κατάπλυνε ὕδατι, καὶ |κράμβης φύλλοις μίξας ἄλευρον κριθίνον, κατάπλασσε, καὶ ἔσται καθαρόν. ἡ πρᾶσα μίξας τῷ ἄλευρῳ τῷ ὀροβίνῳ, κατάπλασσε ἕως γενέσθαι ὑγιῆ.