Ancient Greek
140.2
Hippiatrica, Hippiatrica Berolinensia 140.2
Unproofread scanNot analysed yet
5 τὰ δ' ἐν τοῖς ὀπισθίοις μέρεσιν δυσεπίτευκτά εἰσι καὶ μένει χωλά, ἀτροφεῖ δὲ τὸ ἰσχίον καὶ παραξηραίνεται, καὶ τὴν ὀπλὴν ἐπισύρων ἐπιτρίβει. συμβαίνει δὲ τοῦτο, ὅταν τροχάζων ὀλισθήσῃ καὶ πεδὼν διασυρῇ, καὶ ὁ λέγουσι βατραχίσῃ. ἔσθ' ὅτε δὲ καὶ συνέχρουσεν ἐν τῷ πεδίῳ πρὸς ἕτερον ἵππάζων, καὶ οὕτως ἔκτασις ἐγένετο τοῦ νεύρου καὶ σπασμὸς τοῦ ὤμου, εὐχερῶς δὲ γίνεται τοῖς νοταγωγοῖς. συμβαίνει δὲ λακτίζοντα εἰς τὸν τοῖχον ἢ λίθον ἢ ξύλον ἢ τι τοιοῦτο ἢ πτοηθέντα διὰ τινὰ αἰτίαν ἐκτινάξαι τὸ σφυρόν, ὃ γίνεται εἰς τὸ κατὰ φύσιν αὐτόματον. εὐθὺς δὲ δεῖ φλεβοτομεῖν ἀναγκαίως ἐκ τοῦ μεσοκυνίου, καὶ δεσμεύειν ὥσπερ καὶ τὰς θραύσεις μέχρις ἡμερῶν τεσσαρεσκαίδεκα, στερεώσαντα δὲ καίειν ἐμπλέκοντα μανδάχῃ. ἐὰν δὲ μὴ φλεβοτομη|θῇ, ὑποτρέχει ὁ ἰχὼρ καὶ τὸ αἷμα, τοῦ τόπου διάστασιν εἰληφότος, καὶ ἄμορφον γίνεται παρὰ φύσιν τῇ περιοχῇ τὸ σφυρὸν καὶ μᾶλλον χωλεύει.