Ancient Greek
142.3
Hippiatrica, Hippiatrica Berolinensia 142.3
Unproofread scanNot analysed yet
9 Ἐὰν χρονία ἢ ἢ ἀλγηδὼν τοῦ ὤμου, χρηστέον τῇ Ἀψύρτου ὑφηγήσει. ἔστι δὲ αὕτη· κατακλίναντα τὸν ἵππον χρηκοτῆσαι τὸν ὦμον νάρθηκι ἢ σανδαλίῳ λεπτῷ, ἀπαλόν τι δάκος τῷ σανδαλίῳ περιβαλόντα. ἐὰν δὲ ἀποστῇ χρονωμένη ἢ βύρσα, τρυπᾶν δεῖ παρὰ βύρσαν τῷ σχαστηρίῳ παρὰ τὴν ἐκφυσιν τοῦ ὤμου εἰς τὸν κόκκυγα μέσον, (Ἱερώνυμος δὲ φησὶν ἀπὸ δακτύλων τεσσάρων τῆς ἀκροψίας) καὶ οὕτως διώσας τὰς σμίλην ὑποδέρειν αὐτόν, εἴτ’ ἐν- 100 θέντας αὐλλίσχον ἐμφυσᾶν εὐθώστως, καὶ |κατᾶγειν τῇ χειρὶ τὸ ἐμφύσημα κύκλῳ τοῦ ὤμου μέχρι τῆς νύμφης, καὶ κατακεντεῖν τὴν βύρσαν τῷ σχαστηρίῳ, καὶ καταπάσαντα ἄλσι λεπτοῖς καὶ ὀξεί, ἀποτρίβειν σὺν τῷ αἵματι, καὶ καταχρίειν αὐτὸν ἐγκατακείμενον. ἔστω δὲ τῶν ἄλῶν πλήθος <παροψίς,> τοῦ δὲ ὀξέος ἡμικοτύλια τρία. 10 τρίτῃ δὲ ἡμέρᾳ ἐξαντλεῖν αὐτὸν ὕδατι θερμῷ καὶ ἐφεξῆς καθ’ ἡμέραν, χρήσθαι δὲ καὶ καταχρίσματι, ἀνέντα ἐλαίῳ, τῷ διὰ βδελλίου μαλάγματι συγκειμένῳ. εἰ δὲ μή, οἴνῳ καὶ ἐλαίῳ ἀνατρίβειν, τηροῦντα ἀνεργότα τὰ κεντήματα, μέχρις ἂν μὴ χολεύῃ. ὀγδεί δὲ γενομένῳ χρήσαι ἐν τοῖς ἕργοις ἐκ προσαγωγῆς καὶ κατὰ λόγον. ἐν θέρει δὲ ἡ θεραπεία ἀριόττει, ὡς τῷ γε χειμῶνι δυσχερῶς κατορθοῖ, ἐνίοτε δὲ καὶ βλάπτει.