Ancient Greek
147.3
Hippiatrica, Hippiatrica Berolinensia 147.3
Unproofread scanNot analysed yet
ἄλλο· εἰ ἑλαφρῶς πάσχη τὰς ὠμοπλάτας. 23 Ἵππος εἰ ἑλαφρῶς πάσχει τὰς ὠμοπλάτας, οἰνελαίφ αὐτὸν ἀπότριβε. εἰ δὲ σφοδρότερον πάσχει, διάτρησον τὸ σῶμα αὐτοῦ, ἀρχόμενος ἀπὸ τῆς χαίτης μεταξὺ τοῦ δέρματος καὶ τοῦ τραγάνου ἀπὸ δακτύλων ὀκτὼ, ὥστε αὐτοῦ μὴ ἀψασθαι, καὶ ἐμφυσήσας ἄνεμον ἐμβαλε, καὶ λεπτῇ ῥάβδῳ ἀπαλῶς πλήττε τὰς ὠμοπλάτας, καὶ ἅλατι καὶ ἐλαίφ ἀπότριβε αὐτῇ τῇ ἡμέρα. τῇ δὲ ἐπιούσῃ τράκτωμα ποιεῖ, οὐ ἡ κατασκευὴ αὐτῆ· σμιδάλεως ἢ ἀλεύρου σιτίνου ἢ κριθίνου ξέστας δύο, ᾧῶν δύο τὸ λευκὸν μόνον, λιβάνου γὼ α', ὄξει φρυάσας, τῇ χειρὶ μετ' αὐτοῦ τὰς ὠμοπλάτας ἀπότριβε, καὶ ἐπὶ πολλαῖς ἡμέραις θερμῷ ὕδατι ταύτας ἀπάντλει, ἵνα καθυγρανθῶσιν, καὶ ἐφ' ἑκάστης ἐκ τοῦ τρακτώματος ἐπιτίθει, προαποπλύνων οἴνῳ τὸν τόπον.