Ancient Greek
148.6
Hippiatrica, Hippiatrica Berolinensia 148.6
Unproofread scanNot analysed yet
Ἀψύτου περὶ οἰδήματος ἐν ὤμῳ παρὰ τὸν ἄγκῶνα. 27 Ἀψυτος Μάρκῳ ἱπποϊατρῷ χαίρειν. βούλομαί σε εἰδεῖναι, ὅτι ἐπὶ τῷ ὤμῳ τῷ λεγομένῳ ἄγκῶνι παρὰ τὴν μάλην ἡ ὑπὸ ξῶνην συμβαίνει οἰδήματα γίγνεσθαι ἐκ ταυτομάτου. οἱ δὲ πρὸ |ἡμῶν εἶπον ἐξ ὠμότητος γίγνεσθαι· οἷς ἐγὼ οὐ συγκατατίθεμαι. θεραπεύεται δὲ πρόσφατα ὄντα καὶ ἐμφύσημα ἔχοντα καυστικῷ καταχριόμενα. ὅταν δὲ στεατωθῇ καὶ σκληρῶσιν ἔχῃ, ἐπέμνεται καὶ θεραπεύεται, ὡς καὶ τὰ σὴʹ λοιπὰ ἕλκη τὰ ἐν τῇ ὀάξει γινόμενα, ἃτινα λέγεται κύστις. ἀρίστη δὲ θεραπεία ἡ διὰ καυτηρίου, ὁσαύτως καὶ τῶν ἐν