Ancient Greek
152.2 to 221.17
Hippiatrica, Hippiatrica Berolinensia 152.2-221.17
Unproofread scanNot analysed yet
ἄλλο τοῦ αὐτοῦ τρωτικόν. σνζ' 39 Οὐχὶ τοῦ προτέρου κατηγοροῦντες ἀδυναμίαν, τὸ δεύτερον γράφομεν φάρμακον, ἀλλὰ τὸ ἐκ περιουσίας καὶ μᾶλλον εὐπόριστον καὶ |δυνατὸν πενιχροτέροις κατασκευάσαι ἐκδησόμεθα· ἀσφάλτου Ἰουδαϊκῆς, στυπτηρίας σχιστῆς ἀνὰ γο ἑξ, ἀξουγγίου παλαιοῦ λίτραν α', λιθαργύρου γο γ', χαλβάνης γο α', ὀποπάνακος γο α', ὄξους σκιλλτικοῦ ξέστην α', ἐλαίου ξέστου τὸ ἡμισυ ἐφήσας, καλῶς κατάχρει. ἄλλο πρὸς νῶτον βλαβέντα. σπδ' 40 Ἄλφιτα μετὰ οἴνου καὶ ἐλαίου συμφύρασον καὶ περίπλασον τὸν τραυματισθέντα τόπον. εἰ δὲ πνεύμονα ποιήσει, τοῦτον σιδήρῳ ἀπότεμνε, καὶ ἐπιτίθει ἀφόδευμα ἵππου μετὰ ἐλαίου καὶ ὄξους καὶ ἄλατος φρυκτοῦ. ἄλλο πρὸς πόνον ὄχχεως. σπε' 41 Εἰ τὴν ὄχχιν ἵππος ἄλγει, τοῦτον φλεβοτόμησον, καὶ θερμοῖς ἀλείμμασι τοῦδε θεραπεύσον· δαφνόκοπκα καὶ θεῖον καὶ ἐλαῖον καὶ ἀξούγγιον καὶ νίτρον μετὰ κεδρέας καὶ οἴνου μίξας, χυμαίζειν τε διὰ τοῦ ἀριστεροῦ μυντήρος μυροβαλάνω ἀπο- πυσθέντι καὶ τριφθέντι μετὰ ὀξυράτου, ἢ χαμελαία τετριμμένη μετὰ οἴνου, ἔστω δὲ τὸ πᾶν κοτύλη. καὶ τοῦτο δὲ μινέσθω ἐπὶ πλείονας ἡμέρας. ἔστι γὰρ δυσθεράπευτον τὸ πάθος. ποτίζων δὲ αὐτὸν νίτρον βάλλε εἰς τὸ ὕδωρ, καὶ τὸν χόρτον δὲ καὶ τὰς |κριθὰς αὐτοῦ καταφράινε. ἔνιοι μέντοι ἀντὶ τοῦ νίτρου στυπτηρίαν ἐμβαλλοῦσι τῷ ποτῷ. τὴν δὲ διὰ τῆς καύσεως θεραπείαν Ἀψυρτος ἀποδοκιμάζει. Εὐμήλου πρὸς σπληνὸς πόνον. 3 Κυμίνου σπέρματος ὀξύβαφον, καὶ μέλιτος τὸ ἴσον, λα- σάφου κυάμῳ μέγεθος, ὀξοὺς κοτύλην μίαν, εἰς ὕδατος ξέστας τρεῖς λύσας ἀφ’ ἑσπέρας, ἔμβαλε διὰ στόματος, διὰ δὲ τῆς νυκτὸς τροφῆς ἀπεχέσθω. εἰ δὲ τοῦτο μὴ ὠφελήσῃ, τὸ ἀριστερὸν πλεῦρὸν πλησίον τῆς τελευταίας σπάθης μήκος ὡς τεσσάρων δακτύλων ἔκαие μὴ πλέον δακτύλου τὸ βάθος. τὰ δὲ ἀπὸ τοῦ καυτήρος ἔλκη θεράπευε, ὡς προεῖρηται. ἄλλο Θεομνήστου πρὸς σπληνικοὺς, κἂν ἄσιν ἐσχιρρωμένοι. 4 Καππάρεως ῥίζης φλοιὸν μεθ’ ὕδατος ξεστῶν η´ καὶ φνα ὀξοὺς ξέστου ἑνὸς ἕψει, ἕως εἰς ἐλά|χιστον ἐλθῇ, καὶ δίδου