Ancient Greek
155.3
Hippiatrica, Hippiatrica Berolinensia 155.3
Unproofread scanNot analysed yet
περὶ δυσπνοίας. 5 Τοῦ δυσπνοοῦντος ἵππου σημεῖα ταῦτα· τὸν δεξιὸν ὀφθαλμὸν ὑπόχλωρον ἔχει, ἐξ ἑκατέρου μυκτήρος ὀσμὴν δυσώδη πέμπει, τὰς λαγόνας ἕλκει, ὑπὸ τὰς γνάθους κορδυλώματα τίκτει. τὸν οὖν περίπατον αὐτοῦ κατανόησον· καὶ ἐὰν εἰς τὸ δεξιὸν μέρος ἐπιρρεπέστερος ᾖ, οὐκ εὐχερῶς θεραπεύεται. εἰ δὲ τὸ πάθος νεαρὸν ᾖ, ταύτῃ χῆρησο τῇ μεθόδῳ· αἷμα αὐτοῦ ἀφαίρει ἐπὶ ἡμέρας τρισίν, εἶτα προπότιζε οὕτως· οἶνον παλαιοῦ ξέστην ἕνα, ἐλαίου δαφνίνου ξε'. τὸ ἥμισυ, κρόκον γο α', ἐλαίου ῥοδίνου λίτραν α', ἐλαίου σμίνου ξέστου τὸ ἥμισυ, σμύρνης τρωγλῑτιδος γο α', ὐδρομέλιτος ξε γ'. ταῦτα πάντα |εἰς χαλκεῖον καινὸν βαλὼν καὶ σὺν αὐτοῖς ἑλεκτροῦνα 110V καθεψήσας, ἀποτρίψων, καὶ ἀπ' αὐτοῦ ἄνὰ ἡμίαν μίαν δίδου μετὰ ὐδρομέλιτος καὶ φoῦ ἑνὸς διὰ μυκτήρων ἐπὶ ἡμέραις ἐξ. ἐκ τούτου δὲ τοῦ προποτίσματος, εἰ βούλει, καὶ εἰς τὴν κεφαλὴν ἐπίβαλλε καὶ ἐπιδέσμει πρὸς πόδα, καὶ θεραπεύσεις.