Ancient Greek
156.1
Hippiatrica, Hippiatrica Berolinensia 156.1
Unproofread scanNot analysed yet
γόνας, καὶ τοὺς ὀφθαλμοὺς ἀμφοτέρους ἢ τὸν ἕνα τὸν δεξιὸν κεχρωσμένον ἔχει καὶ τὴν γνάθον οὐδὲν ἧττον φλεγμαινούσαν καὶ τὸ βῆμα οὐκ ὀρθόν. τοῦτο τὸ πάθος ἐν ἀρχῇ εὐχερῶς θεραπεύεται, εἰ καὶ μετὰ πολλῆς τῆς ἐπιμελείας. τὸ σχῆμα τοίνυν αὐτοῦ καταμάθε λεπτομερῶς· καὶ εἰ μὲν εἰς τὸ δεξιὸν πεκύρωται μέρος, ἰαθήσεται, εἰ δὲ εἰς τὸ ἀριστερόν, δυσχερέστατα ζήσεται. ὅμως προσφέρειν δεῖ ταῦτα· τὰς δώδεκα φλέβας τοῦ ἵππου λύσας, οὕτω μέντοι, ἵνα ἐπὶ |ἡμέραις τρισὶ λύῃς ἀνὰ φλέβας δ', μετὰ τοῦτο δίδου τὸ προπότισμα τοῦτο· κρόκον, σμύρνης τρωγλῖτιδος, ναρδοστάχυος, πεπέρεως λευκοῦ ἀνὰ γο α', ὑδρομέλιτος ξε'. γ', ἐλαίου παλαιοῦ ξε'. α', ἐλαίου ῥοδίνου λίτρας γ', φακῆς ξε'. ζ', πάντα ἐν ἀγγείῳ βαλὼν καινῷ καὶ ἐφήσας ἅμα σκυλακίῳ ὅσον ἡμερῶν δέκα, ἐπιβαλὼν μέλι ἢ ὑδρόμελι καὶ ῥόδον ἐν, ἐπὶ ἡμέραις συναπταῖς καὶ πολλαῖς ἐγχυμάτιζε.