Ancient Greek
157.1
Hippiatrica, Hippiatrica Berolinensia 157.1
Unproofread scanNot analysed yet
ἄλλο. 8 Τοῦτο καὶ Ἕλληνες ὀρθόπνοιαν ἐκάλεσαν. |γυναιζεται δέ, ἡνίκα ὀρθὰ φέρει τὸ ζῷον τὰ ὦτα, καὶ πυώδες ἐκπέμπει ὑγρόν, καὶ συνεχέστερον τὰς λαγόνας ἕλκει τοὺς τε ὀφθαλμοὺς ἠνεωγμένους ἔχει. ἡ δὲ θεραπεία ἐστὶ τοιαύτη· 5 αἷμα ἐκ τοῦ σπονδύλου λαβόν, καὶ ὄξει καὶ ἑλαίῳ συμμίξας, ἐνάλειφε τὸ ζῷον. ἀπεχέσθω δὲ καὶ τροφῆς ὅσον δυνατόν, ἢ κεχωρήσθω τοῖς θερμαίνειν δυναμένοις, ὀρόβοις ἢ ἐρεβίνθοις ἢ ἀλεύρῳ σιτίνῳ χειμῶνος, τῷ δὲ θέρι κριθίνῳ. βαλὼν δὲ τραγάκανθαν καὶ ἕψημα καὶ ἄσφαλτον, πρόσθεσε καὶ αἷμα 10 κυνός, καὶ κυμίνου λελειωμένου τοσοῦτον, ὅσον τρισὶ δακτύλοις δυνήσῃς ἄραι, καὶ ἐπεμβαλὼν οἶνον, δίδου. ἢ φού τὸ λευκὸν μετὰ μέλιτος καὶ στροβίλων λελειωμένων ἐπὶ ἡμέρας κ´ ἢ καὶ πλείοσιν, ἄχρις οὗ ὁ πνεύμων θεραπευθῇ.