Ancient Greek
159.4
Hippiatrica, Hippiatrica Berolinensia 159.4
Unproofread scanNot analysed yet
Ἱεροκλέους εἰς τὸ αὐτό. 2 Ἐὰν σηπεδὼν γένηται, ἀναπτύξας αὐτὴν καὶ φανερὰν σοι ποιήσας, πρόσκαυσον, φυλασσόμενος, μὴ παραψῇ τοῦ τένοντος. ἐν δὲ τῇ ῥάχει ἐὰν ἢ, τεμὼν ταχέως τὸν χιτῶνα, πρόσκαυσον. ἐὰν δὲ ἢ ἐν τῇ πλευρᾷ, τέμνε ἕως τοῦ ὀστέου, προσἔχων ἀσφαλῶς. εἶτα |κατάπλασε κυπάρισον, κόψας λίαν, καὶ 113 ἀλφίτων μίξας ἴσον, ὀξει τε φυράσας προὔποχε ἔλαιω τὸν τόπον. μὴ περιπλύνῃς μέντοι τὸ ἔλκος ἐπὶ ἡμέραις τρισίν. τῇ δὲ τετάρτῃ περίπλυνον, μὴ προσάγων τὴν χεῖρα. ἢ κράμβης φύλλα κόψας, καὶ ἀλφίτα ἐπιβαλὼν, ὕδατι φυράσας κατάπλασε. ἢ πρᾶσα ἄ ρια καὶ ἡμ'ρα κόψας, ἐπιβαλὼν τε ἄλευρον κριθίνον καὶ λειώσας, κατάπλασε.