Ancient Greek
16.3
Hippiatrica, Hippiatrica Berolinensia 16.3
Unproofread scanNot analysed yet
5 θεραπεύεται δὲ οὕτως αἵματος ἀφαιρέσει ἐκ τῶν κροτάφων ἢ τοῦ προσώπου, καὶ ἀνατάσει ἀπὸ πάσης τροφῆς τῇ πρώτῃ ἡμέρᾳ, μόνον τοῦ πόματος |κατὰ μικρὸν διδομένου, περιπάτοις τε ὀλίγοις καὶ πράξει, χειμῶνος δὲ ἐσκεπάσθω καὶ ἡ στάσις ἔστω θερμή. ὅταν δὲ δοκῇ βέλτιον ἔχειν, προάγειν αὐτὸν δεῖ ἐπὶ τὴν νομήν, ἐὰν ἡ ὁ καιρός. εἰ δ’ οὐκ ἔστι, παραβάλλειν χόρτον ξηρὸν κατ’ ὀλίγον ἐκ προσαγωγῆς μελιχράτω ἐραντισμένον καὶ τὰς κριθὰς πτισάνην ποιοῦντα, καὶ ταύτας δὲ ὡσαύτως μὴ πολλάς ἐν ἀρχῇ διδόναι.