Ancient Greek
163.2
Hippiatrica, Hippiatrica Berolinensia 163.2
Unproofread scanNot analysed yet
Εὐμῆλον πρὸς καρδίας πόνον. 8 Καρδίας πόνος διαγιγνώσκεται, ἡνίκα ὁ ἵππος τὸν δεξιὸν ὑπὸ ὀφθαλμὸν δακρύει, <καὶ βαρύτερον ἀναπνεῖ>, καὶ ἐπὶ τὰ γόνατα πίπτει. τοῦτον, καθὼς προεῖρηται, αἷμα ἀφαιρεῖσθω. ἐγχωμάτιζέσθω δὲ διὰ τοῦ ἀριστεροῦ μυχτήρος οὕτως· μαράθου σπέρματος ὅσον ὀξύραφον, ἀννήσου τὸ ἴσον, οἶνον λευκοῦ κοτύλην μίαν μίξας, ἐπὶ ἡμέραις τρισὶν ἐγχωμάτιζε· ἂν δὲ ἐπιμείνη, αἷμα ἀπὸ τῶν σκελῶν λάμβανε, καὶ μετὰ ταῦτα λασάρον ὀξὺς ὡς κυάμου μέγεθος, καὶ νίτρου τὸ ἴσον, μέλιτος ὀξύραφα βʹ, καὶ ὕδατος θερμοῦ κοτύλας δʹ ἐν ὄξους κοτύλη μιᾷ συμμίξας ἐγχωμάτιζε. ἢ σκίλλαν καὶ ἀριστολογελαν ὀλίγην καὶ λίβανον καὶ σμύρναν καὶ θύμον ἐν οἴνῳ μίξας, διὰ μυκτήρων ἔχει. τὸ δὲ ζῷον στρώμασι σκεπαζέσθω, καὶ ἡ ἱππόστασις ἔστω καθαρά, καὶ θυμιάσθω ἢ σμύρνη ἢ φύλλοις δάφνης, κριθῶν δὲ ἀπεχέσθω. |