Ancient Greek
164.4
Hippiatrica, Hippiatrica Berolinensia 164.4
Unproofread scanNot analysed yet
Ἱεροκλέους εἰς τὸ αὐτό. 2 Νεφρίτιδος σημεῖα τάδε· οἱ ὀχεῖς μετέωροί εἰσι, καὶ τοῖς ὀπισθίοις ποσὶν οὐκ ἐπιβαίνει, οὐδεὶ τε μέλαν ὡς ὑφαιμον καὶ παχύ. |θεραπεύεται δὲ οὕτως· πυριᾶται τὰ ἰσχία καὶ τὰς ψύας, καταλείφεται τε κηρωτή, καὶ σκεπάζεται ἱματίοις, καὶ παραβάλλεται διουρητικοῖς μαράθῳ καὶ σελίνῳ. δίδου δὲ καὶ μηδικὴν χλωρὰν καὶ ἐρεβίνθους λευκοὺς ἐν οἴνῳ, ἔπειτα ἐγχυματίζεσθω σελίνου ὅσον κοχλιαρίοις δύο, καὶ διὰκοῦ τῷ ἴσῳ καὶ ἀνύθου δυοὶ μέρεσι, καὶ σμύρνης τριωβόλῳ τριβείσιν ἐν οἴνῳ γλυκέος κοτύλη, καὶ περιπάτοις χρήσθω πραεῖ. κλυζέσθω μέντοι ὕδατι χλιαρῷ μὴ ἐλάττονι χοός, καὶ στράννυε ἁπαλῶς εἰς κοίτην, ἕστʼ ἂν ἴδῃς τὰ οὖρα καθαρὰ καὶ τοὺς ὀχεῖς ἰσχνούς καὶ τοὺς ὀπισθίους πόδας ὑπερβαίνοντας ἧσσον δακτύλων ἐξ.