Ancient Greek
171.33
Hippiatrica, Hippiatrica Berolinensia 171.33
Unproofread scanNot analysed yet
24 ποιεῖ δὲ σημεῖα οὕτως r Ἀψύρτου περὶ ἐμβρύου διαφθορᾶς. χλ' 11 "Ἀψυρτος Οὐήρω Μαρκέλλῳ χαίρειν. χρήσιμον εἰδέναι σε τὰς τῶν ἐμβρύων διαφθορὰς. πολλάκις γὰρ οὐ λυσιτελεῖ διενεγκεῖν τὴν ἵππον, ἐὰν παχογενὲς ὄχεῖον ἐπιβῇ, ἢ πρὸς ἄγῶνά τινα γυμναζόντων ἡμῶν αὐτὴν κινήσῃ. δεῖ δὲ κατὰ τοῦ αἰδοίου ἐνθεῖναι τὴν χεῖρα καὶ παρθεῖναι εἰς τὴν μήτραν. καὶ ἐὰν μὲν δὴ λέσιον ἢ τὸ πωλίον, λαβόμενον τοῦ στόματος ἀποτινῇσει, καὶ τὴν κεφαλήν ἐνθλίψαι. ἐὰν δὲ ἅπαλόν ἢ τὸ ἀμνίον, διακνίσαι αὐτό. φαρμάκῳ δὲ διαφθεῖρεται οὕτως· λαβόντα δάδα ὡς πιωτάτην, ποιῆσαι λεπτὰ ὡς μάλιστα, καὶ ἐπιχεῖαι οἶνον γλυκὸς κοτύλας ἡ', καὶ ἀναξέσαι, ὥστε τὸ τρίτον ἀφειρηθῆναι, καὶ τοῦτο ἐγχυματίζειν ἐφ' ἡμέρας τρισὶ διαφθοῦντα. καὶ τροχάζετω μὴ συντόνως. λέγεται δὲ καὶ βρυ- 14 ωνίας τὰς ὀλίας τρίψαι ἐν οἴνῳ, καὶ τὸ αὐτὸ ποιεῖν. τινὲς δὲ 62v τόφδιλον κόψαντες, μετὰ τοῦ οἴνου ἐγχυματίζουσιν.