Ancient Greek
172.2
Hippiatrica, Hippiatrica Berolinensia 172.2
Unproofread scanNot analysed yet
5 συμβαίνει δὲ πολλάκις καὶ ἀπὸ ἑτέρων πλειόνων αἰτιῶν ἄλγειν τὴν κοιλίαν· ὅταν βούπηρησιν φάγῃ ἐν τῷ χόρτῳ (ἔστιν δὲ ὅμοιος φαλαγγίῳ σκώλης), ἢ ὅταν ἀράχνιον ἢ τὸν λεγόμενον λύκον φαλάγγιον, ὅπερ πολλάκις ἐν τῷ χόρτῳ γεννᾶται. συμβαίνει δὲ καὶ διὰ φαυλότητα ὑδάτων καὶ ξενισμόν. καὶ τούτου τοῦ πάθους προσφάτου ὄντος ὁ ἐγχυματισμὸς ἀρμόζει. ἄλγει δὲ τὴν κοιλίαν καὶ ἀπὸ ἐλμύνθων. ὅτε οὖν ἄλγεῖ καὶ συνεχῶς κυλίεται, χρὴ ἐγχυματίζειν αὐτὸν ψυλλίου ξηροῦ κεκομμένου γο α’, ὀποπάναχος γο γ’, ἐλαφείου κέρατος προίσματος γο α’, μεμιγμένα ἐν ὑδρομέλιτι. ἔχετω δὲ τὸ ὕδωρ ἡδυόσμου ἀφέψημα καὶ ἀχεμόνων ἀπαλῶν δάφνης. ἐὰν δὲ ἐκ τούτου τοῦ πάθους δυσουρίᾳ ἐπιγένηται, ἐγχυμάτιζε δι’ ἐλαίου καὶ Κρητικοῦ ὀποπάναχος δραχμὴν μίαν.