Ancient Greek
178.1
Hippiatrica, Hippiatrica Berolinensia 178.1
Unproofread scanNot analysed yet
καὶ ὅψιν λαμβάνει τὸ ζῷον. συμβαίνει δὲ ἐν τῷ ἀλγεῖν τὴν κοιλίαν [καὶ] σημεῖα φέρειν τάδε· ἱδροῖ τὰς πλευρὰς καὶ τοὺς διδύμους καὶ τὰς λαγόνας, καὶ ἡ γαστὴρ μετέωρος, καὶ τοῖς ποσὶ τύπτει τὴν γῆν, καὶ ἐπιστρέφεται παρ’ ἑκάτερα, οἰονεὶ 5 δεικνύων τὸν ἀλγοῦντα τόπον, ἐξ οὗ ὅτε δὲ καὶ τρόμος ἐπὶ γίνεται ὅλῳ τῷ σώματι. ταῦτα δὲ καὶ τῷ 6 δυσουριῶντι συμβαίνει, ὃς ἐπιγνωσθήσεται πρὸς τούτοις, ὅταν ἡ τρέχων καὶ μαστίζων ὑπὸ τοὺς μηροὺς τῇ οὐρᾷ ἑαυτόν, καὶ κυλιόμενος, συγκαθιείς τὰ ἰσχία, προβάλλων τὸ αἰδοῖον, καὶ κατὰ στα- 10 λαγμὸν προιέμενος, καὶ ἔμφασιν ἔχων μέλλοντος οὐρεῖν. τὰ μὲν οὖν παρεπόμενα ταῦτα.