Ancient Greek
180.2
Hippiatrica, Hippiatrica Berolinensia 180.2
Unproofread scanNot analysed yet
133r ὡς|αὐτῶς δὲ καὶ τοῦτον ὕδατι θερμῷ πολλῷ δεῖ καταντλεῖν κατὰ τοῦ νότου καὶ τῶν ἰσχίων. ἐγχυματισμῷ δὲ κεχρῆσθαι σεντλίου ἀφερήματι μετὰ οἴνου γλυκέος κοτυλῶν δύο, κοτύλην μίαν μίσγοντα διὰ τῆς ἀριστερᾶς ἱνός, σῦκά τε ἐφήσαντα ἐν ὕδατος κοτύλαις τέτрасι, τρίψαντα καὶ μίξαντα νίτρον ὅσον γὼ α' ἐγχυματίζειν, ὡσαύτως πολιοφύλλον ἐφήσαντα ἐν οἴνου κοτύλῃ μιᾷ τὸ αὐτὸ ποιεῖν. καὶ ἐντροχαζέτω δὲ καὶ περιπατεῖτω δρόμῳ μὴ συντόνῳ. ὐποστολὴ δὲ τῶν κριθῶν χρήση, τὸ ὅλον μὴ διδὼνς μέχρι ἡμερῶν τριῶν· ἐν ᾧ δὲ συμβέβηκεν, ποτὸν μὴ διδόναι. εἰ δὲ χόρτος χλωρὸς ἔστι, μάλιστα ἐκεῖνω χρῶ. τὰς δὲ κριθὰς ἐκ προσαγωγῆς πρόσφερε διελθουσῶν τῶν ἡμερῶν.