Ancient Greek
182.33
Hippiatrica, Hippiatrica Berolinensia 182.33
Unproofread scanNot analysed yet
δεῖ Β: διὰ Μ Αρμένιοι δὲ καὶ Καππάδοκες τὸ Παρθικὸν γένος ἔχουσιν, εἰσὶ δὲ βαρυκέφαλοι μᾶλλον. Ἰσπάνιοι δὲ μεγάλοι, τῇ ὕψει τοῦ σώματος εὐρυθμοί, ὀρθιοί, εὐκέφαλοι, <τῇ ὄψει διπλοί>, ἐντομοί, οὐχ εὐῖσχοι, ἰσχυροὶ ἐν ταῖς ὁδοιπορίαις καὶ μὴ ἰσχναι-νόμενοι τῷ σώματι, <ἀνδρειότατοι. >[ἀδρομοὶ δὲ καὶ |ἀκεντροὶ 329ν ἐν τῇ ἱπνασίᾳ. εἰσὶν δὲ καὶ εὐήθεις ἀπὸ τῆς γενέσεως ἄχρι 6 τοῦ καταρτισμοῦ, τὸν λοιπὸν δὲ χρόνον πονηροὶ καὶ δῆκται.] 2 Ἑλλαδικοὶ δὲ εὐποδες, εὐμεγέθεις, εὐκέφαλοι, ὀρθιοὺς τὴν προτομὴν καὶ εὐρυθμοί, οὐχ εὐῖσχοι, θυμοειδεῖς καὶ δρομικοί, ἐν ὀλίγῃ δὲ τῇ Ἑλλάδι διαφέροντες οἱ Θετταλοί. οἱ 10 Ἥπειρωτικοὶ πονηροὶ καὶ δῆκται. Θρᾷκες δὲ αἰσχροὶ καὶ δυσ-σειδεῖς, ξυλόσωμοι, κάτωμοι, κυρτοὶ τῇ ὄψει, ,βλαισοί, κακοπερίπατοι, ὡσαύτως δὲ καὶ ἐν τῷ δρόμῳ. Κυρη-ναῖκοι δὲ εὐμεγέθεις, ἀνεσταλμένας τὰς λαγόνας καὶ μικρὰς ἔχοντες, διὸ καὶ εἰσὶ δρομικοί, εὐποδες, μακρότεροι τῷ πνεύ-15 ματι ἐν τῇ ἱπνασίᾳ. Ἰστριοὶ δὲ εὐποδες, εὐμεγέθεις, αἰσχροὶ τῷ σώματι, καὶ τῇ ὄψει ἄτομοι καὶ κοιλοί, δρομικοὶ δὲ <καὶ εὐτονοί>. Τὸ δὲ Σαρματικὸν γένος οὐχ ἀηδές, ἀλλ’ εὐρυθμον ἐν ἰδίῳ γένει καὶ δρομικόν, ἁπλοῦν δέ, εὐκέφαλον, εὐτράγη-λον, εὐμέγεθες, <εὐσάρχον καὶ τὴν ἡλικίαν σύμμετρον>. Ἀρ-20 γολικοὶ δὲ εὐποδες, οὐχ εὐῖσχοι δέ, εὐκέφαλοι, τῇ ὄψει |ἄτομοι καὶ κοιλοί, εὐμεγέθεις καὶ βραχεῖς. 330ν